θυμίαμα ἀρώματα Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι  εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς. Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες. ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν, ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι, οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς, αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους ἐσθλὸν ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.

θυμίαμα κρόκον Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές, ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα, πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα, ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον, ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

θυμίαμα λίβανον Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή, κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων, οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε, πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον, κλῦθ’ ἐπάγων ζωὴν ὁσίαν μύστῃ νεοφάντῃ.

θυμίαμα δαλούς Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής, ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ, εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, ληθομέριμν’ ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα, ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής, ἡμιτελής, χθονίη ἠδ’ οὐρανίη πάλιν αὐτή, ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις, ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλιν φεύγεις εἰς Ἀίδην δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει. νῦν δε, μάκαιρ’, ὦ Νὺξ, πολυόλβιε, πᾶσι ποθεινή, εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς.

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν, οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον, τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν, νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσομένοις κούρην τελεταῖς ὁσίῃσι παρεῖναι βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.

θυμίαμα στύρακα Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον, ὠκυλόχει’, ἐπαρωγ’ ἀνίαις θνητῶν, Προθυραία, κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασιν, συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας, Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ψυχῆς ἀνάπαυμα, ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι, Ἄρτεμις Εἰλείθυια, καὶ εὐσέμνη, Προθυραία. κλῦθι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα καὶ σῴζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.

Εὐτυχῶς χρῶ, ἑταῖρε Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα• καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ τ’ ἀγλαόκαρπε Ἄρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε, ὃς Δελφῶν ναίεις ἱερὸν πέδον• ὅς τε μεγίστας τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά• Ἆρές τ’ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα• καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον, Ἥβη τ’ Εἰλείθυια καὶ Ἡρακλέος …

Πρός Μουσαῖον Διαβάστε – Read more ›

Στην αρχαία Ελλάδα υπήρχαν κι άλλες ομάδες στοχαστών, φιλόσοφων και θεολόγων εκτός από τους Πυθαγόρειους. Μια από τις σημαντικότερες, και πιο παράτολμες, ήταν οι Ορφικοί φιλόσοφοι, οι οποίοι επηρέασαν στο μέγιστο τις περισσότερες σημερινές μονοθεϊστικές θρησκείες. Οι Ορφικοί τόλμησαν ένα γενναίο και ριζοσπαστικό βήμα για την εποχή τους. Πίστεψαν ότι, όχι μόνο είναι δυνατή η επιστροφή του νεκρού στον επίγειο κόσμο (μετενσάρκωση), αλλά ότι μπορεί κάποιος να βγει από τον αιώνιο κύκλο των συνεχόμενων μετενσαρκώσεων. Στην Ολβία του Ε. Πόντου, ανακαλύφθηκαν οστέινες πλάκες, του 5ου πχ αιώνα, με …

Οι Ορφικοί Φιλόσοφοι και η Μετενσάρκωση Διαβάστε – Read more ›

Ο πρώτος που ίδρυσε και εισήγαγε τα Μυστήρια στην Ελλάδα θεωρείται ο ιερός Ορφέας όπως πολλοί μας μαρτυρούν. «Πρῶτος Ὀρφεύς Μυστήρια θεῶν παρέδωκεν, ὄθεν καί θρησκεία τά Μυστήρια καλεῖται ἀπό τοῦ Θρακός Ὀρφέως». Ο Αριστοφάνης αναφέρει στους Βατράχους «Ὀρφεύς μέν γάρ τελετάς δ’ ἡμῖν κατέδειξε φόνον τ’ ἀπέχεσθαι». Ο Παυσανίας  επίσης (ΙΧ 30) αναφέρει «Ὀρφεύς επί μέγα ἦλθεν ἰσχύος οἷα πιστευόμενος εὑρηκέναι τελετάς θεῶν καί ἔργων ἀνοσίων καθαρμούς, νόσων τε ἰάματα καί τροπάς μηνυμάτων θείων».

Σύμφωνα με τη μυθολογία ο Ορφέας γεννήθηκε στην περιοχή της Θράκης και καταγόταν κατά απ’ τους Κίκονες ενώ σύμφωνα με την ιστορία από τους Οδρύσες Θράκες. Ήταν του Οιάγρου βασιλιά της Θράκης και της Μούσας Καλλιόπης. Γεννήθηκε σε μια σπηλιά όρος Ελικών στα Λείβηθρα στην Πίμπλεια της Πιερίας και από νήπιο ακόμα έδειξε την αγάπη του και την κλίση του στην μουσική.