θυμίαμα ἀρώματα Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη, ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι, ἐννυχίη, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη, αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην, αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε, ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη, πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα, ἡσυχίῃ χαίρουσα …

Εἰς Σελήνην Read more »

θυμίαμα λιβανομάνναν Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα, Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι, δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός, κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά, ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων, …

Εἰς Ἥλιον Read more »

θυμίαμα σμύρναν Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν, ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων, σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον, ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος, ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον λαμπρὸν ἄγων φάος …

Πρωτογόνου Read more »

θυμίαμα ἀρώματα Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι  εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς. Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες. ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν, ἑπταφαεῖς ζώνας ἐφορώμενοι, …

Ἄστρων Read more »

θυμίαμα κρόκον Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές, ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα, πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα, ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον, ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

θυμίαμα λίβανον Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή, κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων, οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, κυανόχρως, ἀδάμαστε, …

Οὐρανοῦ Read more »

θυμίαμα δαλούς Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής, ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ, εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, ληθομέριμν’ ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα, ὑπνοδότειρα, φίλη πάντων, …

Νυκτός Read more »

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν, οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον, τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν, νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσομένοις κούρην …

Εκάτης Read more »

θυμίαμα στύρακα Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον, ὠκυλόχει’, ἐπαρωγ’ ἀνίαις θνητῶν, Προθυραία, κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, λυσίζων’, ἀφανής, ἔργοισι δὲ …

Προθυραίας Read more »

Εὐτυχῶς χρῶ, ἑταῖρε Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα• καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ …

Πρός Μουσαῖον Read more »