Category: Ορφικοί Ύμνοι

Ορφικοί Ύμνοι

Ῥέας

θυμίαμα ἀρώματα Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο, ἦ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει· τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη, μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο, πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα· οὔρεσιν ἣ χαίρεις θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς· παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε· ψευδομένη σώτειρα,

Posted in Ορφικοί Ύμνοι

Κρόνου

θυμίαμα στύρακα Ἀϊθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν, ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν· ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός· δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον·, αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε· Γαίης τε βλάστημα καὶ Οὐρανοῦ

Posted in Ορφικοί Ύμνοι

Πανός

θυμίαμα ποικίλα Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν, οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν καὶ πῦρ ἀθάνατον τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός. ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος Ὥραις, αἰγομελές, βακχευτά, φιλένθεος, ἀντροδίαιτε, ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ, φαντασιῶν

Posted in Ορφικοί Ύμνοι

Ἡρακλέος

θυμίαμα λίβανον Ἥρακλες ὀβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν, καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς, αἰολόμορφε, χρόνου πάτερ, ἀίδιός τε εὔφρων, ἄρρητ’, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα· παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι· παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ· ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,

Posted in Ορφικοί Ύμνοι

Φύσεως

θυμίαμα ἀρώματα Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα, πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής, παντοκράτειρα, τετιμεν’ ἀεὶ, πανυπέρτατε δαῖμον, ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα, ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκαθέκτε, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα, ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε

Posted in Ορφικοί Ύμνοι

Εἰς Σελήνην

θυμίαμα ἀρώματα Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη, ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι, ἐννυχίη, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη, αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην, αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε, ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη, πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα, ἡσυχίῃ χαίρουσα

Posted in Ορφικοί Ύμνοι

Εἰς Ἥλιον

θυμίαμα λιβανομάνναν Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα, Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι, δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός, κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά, ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων,

Posted in Ορφικοί Ύμνοι

Πρωτογόνου

θυμίαμα σμύρναν Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν, ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων, σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον, ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος, ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον λαμπρὸν ἄγων φάος

Posted in Ορφικοί Ύμνοι

Ἄστρων

θυμίαμα ἀρώματα Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι  εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς. Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες. ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν, ἑπταφαεῖς ζώνας ἐφορώμενοι,

Posted in Ορφικοί Ύμνοι

Αἰθέρος

θυμίαμα κρόκον Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές, ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα, πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα, ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον, ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

Posted in Ορφικοί Ύμνοι