Αἰθέρος

θυμίαμα κρόκον

Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές,

ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα,
πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα,
ὑψιφανὴς Αἰθήρ, κόσμου στοιχεῖον ἄριστον,
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές,
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.

Οὐρανοῦ

θυμίαμα λίβανον

Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές,

πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή,
κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,
οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων,
οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς,
ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην,
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε,
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,
κλῦθ’ ἐπάγων ζωὴν ὁσίαν μύστῃ νεοφάντῃ.

Νυκτός

θυμίαμα δαλούς

Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν
κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής,
ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων,
ληθομέριμν’ ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής,
ἡμιτελής, χθονίη ἠδ’ οὐρανίη πάλιν αὐτή,
ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλιν φεύγεις
εἰς Ἀίδην δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν δε, μάκαιρ’, ὦ Νὺξ, πολυόλβιε, πᾶσι ποθεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς.

Εκάτης

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν,
οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον,
τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν,
νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,
θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,
ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσομένοις κούρην τελεταῖς ὁσίῃσι παρεῖναι
βουκόλῳ εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῷ.

Προθυραίας

θυμίαμα στύρακα

Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον,

ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι,
θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον,
ὠκυλόχει’, ἐπαρωγ’ ἀνίαις θνητῶν, Προθυραία,
κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής,
ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας,
λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασιν,
συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας,
Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις
μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ψυχῆς ἀνάπαυμα,
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι,
Ἄρτεμις Εἰλείθυια, καὶ εὐσέμνη, Προθυραία.
κλῦθι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα
καὶ σῴζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.

Πρός Μουσαῖον

Εὐτυχῶς χρῶ, ἑταῖρε
Μάνθανε δή, Μουσαῖε,
θυηπολίην περισέμνην, εὐχήν,
ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα•
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ τ’ ἀγλαόκαρπε
Ἄρτεμί τ’ ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον• ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά•
Ἆρές τ’ ὀμβριμόθυμε καὶ Ἡφαίστου μένος ἁγνὸν
ἀφρογενής τε θεά, μεγαλώνυμα δῶρα λαχοῦσα•
καὶ σύ, καταχθονίων βασιλεῦ, μέγ’ ὑπείροχε δαῖμον,
Ἥβη τ’ Εἰλείθυια καὶ Ἡρακλέος μένος ἠύ•
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ’ ὄνειαρ
κικλῄσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον
Ἥρην τ’, αἰγιόχοιο Διὸς θαλερὴν παράκοιτιν•
Μνημοσύνην τ’ ἐρατὴν Μούσας τ’ ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ’ Ἐνιαυτὸν
Λητώ τ’ εὐπλόκαμον θείην σεμνήν τε Διώνην
Κουρῆτάς τ’ ἐνόπλους Κορύβαντάς τ’ ἠδὲ Καβείρους
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφθιτα τέκνα,
Ἰδαίους τε θεοὺς ἠδ’ ἄγγελον Οὐρανιώνων,
Ἑρμείαν κήρυκα, Θέμιν θ’, ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ’ ἠδὲ Δίκην καὶ ἀμύμονα Θεσμοδότειραν,
Ῥείαν τ’ ἠδὲ Κρόνον καὶ Τηθὺν κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ’ Ὠκεανοῖο θύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ’ ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε θεούς, ἀγαθήν τ’ ἐπὶ τοῖσι Πρόνοιαν
Δαίμονά τ’ ἠγάθεον καὶ Δαίμονα πήμονα θνητῶν,
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χθονίους καὶ ὑποχθονίους ἠδ’ ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνὼ Λευκοθέην τε Παλαίμονά τ’ ὀλβιοδώτην,
Νίκην θ’ ἡδυέπειαν ἰδ’ Ἀδρήστειαν ἄνασσαν
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην,
Παλλάδα τ’ ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ•
Μητέρα τ’ ἀθανάτων, Ἄττιν καὶ Μῆνα κικλῄσκω
Οὐρανίην τε θεάν, σύν τ’ ἄμβροτον ἁγνὸν Ἄδωνιν
Ἀρχήν τ’ ἠδὲ Πέρας, τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον,
ἐλθεῖν εὐμενέας κεχαρημένον ἦτορ ἔχοντας,
τήνδε θυηπολίην ἱερὴν σπονδήν τ’ ἐπὶ σεμνήν.