Category: Ορφικοί Ύμνοι

Ορφικοί Ύμνοι

Οὐρανοῦ

θυμίαμα λίβανον Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές, πρεσβυγένεθλ’, ἀρχὴ πάντων πάντων τε τελευτή, κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν, οἶκε θεῶν μακάρων, ῥόμβου δίνῃσιν ὁδεύων, οὐράνιος χθόνιός τε φύλαξ πάντων περιβληθείς, ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην, κυανόχρως, ἀδάμαστε,

Νυκτός

θυμίαμα δαλούς Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής, ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ, εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, ληθομέριμν’ ἀγαθήν τε πόνων ἀνάπαυσιν ἔχουσα, ὑπνοδότειρα, φίλη πάντων,

Εκάτης

Εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν, οὐρανίην χθονίην τε καὶ εἰναλίην, κροκόπεπλον, τυμβιδίην, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισιν, νυκτερίην, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσομένοις κούρην

Προθυραίας

θυμίαμα στύρακα Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, θηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον, ὠκυλόχει’, ἐπαρωγ’ ἀνίαις θνητῶν, Προθυραία, κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής, ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, λυσίζων’, ἀφανής, ἔργοισι δὲ

Πρός Μουσαῖον

Εὐτυχῶς χρῶ, ἑταῖρε Μάνθανε δή, Μουσαῖε, θυηπολίην περισέμνην, εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων. Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ Ἠελίου, Μήνης θ’ ἱερὸν σέλας Ἄστρα τε πάντα• καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα, Φερσεφόνη θ’ ἁγνὴ Δημήτηρ

Top