Ο Αρκάς μέσω του Facebook έδωσε το καλύτερο αποχαιρετισμό για τον μεγάλο επιστήμονα Stephen Hawkings

Ο Αρκάς μέσω του Facebook έδωσε το καλύτερο αποχαιρετισμό για τον μεγάλο επιστήμονα Stephen Hawkings

θυμίαμα ἀρώματα Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο, ἦ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει· τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη, μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο, πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα· οὔρεσιν ἣ χαίρεις θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς· παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε· ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε· μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων. ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, καὶ πόντος πνοαί τε φιλόδρομος, ἀερόμορφε, ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ, εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσιν, λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης.

θυμίαμα στύρακα Ἀϊθαλής, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν, ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν· ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός· δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον·, αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυθε· Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος·, γέννα, φυῆς, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηθεῦ, ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα, ἀγκυλομήτα, φέριστε· κλύων ἱκετηρίδα φωνὴν, πέμποις εὐόλβου βιότου τέλος αἰὲν ἄμεμπτον.

θυμίαμα ποικίλα Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν, οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν καὶ πῦρ ἀθάνατον τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός. ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος Ὥραις, αἰγομελές, βακχευτά, φιλένθεος, ἀντροδίαιτε, ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ, φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων, αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούναις, εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν, παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον, κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν, ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης. σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται, εἴκει δ’ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ Ὠκεανός τε …

Πανός Διαβάστε – Read more ›

θυμίαμα λίβανον Ἥρακλες ὀβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν, καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς, αἰολόμορφε, χρόνου πάτερ, ἀίδιός τε εὔφρων, ἄρρητ’, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα· παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι· παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ· ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας, εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμον, αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον, πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε δαῖμον, ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν, δώδεκ’ ἀπ’ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων, ἀθάνατοις, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων, ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων, πτηνοῖς …

Ἡρακλέος Διαβάστε – Read more ›

θυμίαμα ἀρώματα Ὦ Φύσι, παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανίη, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα, πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής, παντοκράτειρα, τετιμεν’ ἀεὶ, πανυπέρτατε δαῖμον, ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα, ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκαθέκτε, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα, ἁγνή, κοσμήτειρα θεῶν ἀτελής τε τελευτή, κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη, αὐτοπάτωρ, ἀπάτωρ, ἄρσην, πολύμητι, μεγίστη, εὐάνθής, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον, ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη, αὐτάρκεια, Δίκη, Χαρίτων πολυώνυμε πειθώ, αἰθερίη, χθονίη καὶ εἰναλίη μεδέουσα, πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν, πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια, αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα. πάντων …

Φύσεως Διαβάστε – Read more ›

θυμίαμα ἀρώματα Κλῦθι, θεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη, ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι, ἐννυχίη, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη, αὐξομένη καὶ λειπομένη, θῆλύς τε καὶ ἄρσην, αὐγήτειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε, ἠλεκτρίς, βαρύθυμε, καταυγάστειρα, λοχείη, πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα, ἡσυχίῃ χαίρουσα καὶ εὐφρόνῃ ὀλβιομοίρῳ, λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα, ἀστράρχη, τανύπεπλ’, ἑλικοδρόμε, πάνσοφε κούρη, ἐλθέ, μάκαιρ’, εὔφρων, εὐάστερε, φέγγεϊ τρισσῷ λαμπομένη, σῴζουσα νέους ἱκέτας σέο κούρη.

θυμίαμα λιβανομάνναν Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα, Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι, δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός, κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά, ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων, εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσιν, χρησολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων, ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε, κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε, φωσφόρε, αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν, ἀιθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ, εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα, σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς, δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου, …

Εἰς Ἥλιον Διαβάστε – Read more ›

θυμίαμα σμύρναν Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰθερόπλαγκτον, ᾠογενῆ, χρυσέῃσιν ἀγαλλόμενον πτερύγεσσιν, ταυρωπόν, γένεσιν μακάρων θνητῶν τ’ ἀνθρώπων, σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον, ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος, ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην πάντῃ δινηθεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ’ οὗ σε Φάνητα κικλήσκω ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον. ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηθὼς ἐς τελετὴν ἁγνήν πολυποίκιλον ὀργιοφάνταις.

θυμίαμα ἀρώματα Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι  εὐιέροις φωνῇσι κικλήσκων δαίμονας ἁγνούς. Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, ἐγκυκλίοις δίνῃσι περιθρόνιοι κυκλέοντες. ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων, μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες, θνητῶν ἀνθρώπων θείην διέποντες ἀταρπόν, ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι, οὐράνιοι χθόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς, αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον, μαρμαρυγαῖς στίλβοντες, ἐύφρονες ἐννύχιοί τε ἔλθετ’ ἐπ’ εὐιέρου τελετῆς πολυΐστορας ἄθλους ἐσθλὸν ἐπ’ εὐδόξοις ἔργοις δρόμον ἐκτελέοντες.