Ορφικός Ύμνος Εκάτης
Εἰνοδίαν Ἑκάτην κλήιζω, τριοδῖτιν, ἐραννήν, οὐρανίαν χθονίαν τε καὶ εἰναλίαν, κροκόπεπλον, τυμβιδίαν, ψυχαῖς νεκύων μέτα βακχεύουσαν, Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι, νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν, θηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν, ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν, ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν, λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι βουκόλωι εὐμενέουσαν ἀεὶ κεχαρηότι θυμῶι.